Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.34 Dem. 20.38 (English) >>Dem. 20.41

20.36ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρʼ ὑμῶν Λεύκων, ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ἄνδρες δικασταί. τούτων δʼ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθʼ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δʼ ἐν Πειραιεῖ, τὴν δʼ ἐφʼ Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησʼ ἑνὸς ἀνδρός. 20.37μὴ γὰρ οἴεσθʼ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας τούτων πάντων ὧν ἔχετʼ δεδώκατε συνθήκας, αἷς μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες, πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οὑτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν. 20.38φέρʼ, ἐὰν δὲ δὴ πέμψας ὡς ἡμᾶς Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί πρὸς θεῶν ἐροῦμεν τί γράψει ποθʼ τὸ ψήφισμʼ ὑπὲρ ἡμῶν γράφων; 20.39ὅτι νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς ταῦτʼ ἐκεῖνοςκαὶ γὰρ Ἀθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτʼ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ,” οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ; ἐμοὶ γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντʼ ἀφαιρεῖσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.34 Dem. 20.38 (English) >>Dem. 20.41

Powered by PhiloLogic